eortologio h3
Παρασκευή 19 Απριλίου
Πανφουτίου ιερομάρτυρος
bottom
h3
free accordion joomla menu
bottom

Πηγή: http://www.synaxarion.gr/gr/index.aspx

Ἀπολυτίκιον. Ἦχος α’. Τῆς ἐρήμου πολίτης.
Τῷ τῆς πίστεως ζήλῳ πτερωθείς τήν διάνοιαν, πρός ἀθλητικάς ἀριστείας ἀνδρικῶς προσεχώρησας, καί ὤφθης τοῦ Σωτῆρος κοινωνός, βασάνους ὑπέρ φύσιν ἐνεγκών· διά τοῦτο ἐδοξάσθης παρά Θεοῦ, Κρήσκη θεομακάριστε. Δόξα τῷ δεδωκότι σοι ἰσχύν, δόξα τῷ σέ στεφανώσαντι, δόξα τῷ ἐνεργοῦντι διά σοῦ, πᾶσιν ἰάματα.

Κοντάκιον. Ἦχος πλ. δ’. Εἰ καί ἐν τάφῳ.
Εἰ καί ἐν γῆρᾳ ἐδέξω τήν ἄθλησιν, ἀλλά νεάζον ἐκτήσω τό φρόνημα, καί τήν ἔπαρσιν τοῦ ἐχθροῦ, καθεῖλες στερρῶς, συνεργόν ἐν ἀγῶσι τόν Λόγον κτησάμενος· οὗ τό πάθος δοξάσας, τῆς τούτου ἐγέρσεως, μέτοχος ὤφθης, ὦ Κρήσκη πολύαθλε.

Μεγαλυνάριον.
Θάρσους ὢν ἀνάπλεως εὐσεβοῦς, Κρήσκη διελέγχεις, τῶν τυράννων τό ἀσεβές, καί ὥσπερ θυσία, τερπνή Χριστῷ ἐτύθης, διά πυρός τό τέλος, δεχθείς τό ἅγιον.

Αυτήν τη στιγμή επισκέπτονται τον ιστότοπό μας 32 επισκέπτες και κανένα μέλος

footer