Κατά Ιωάννην (δ΄ 46 – 54)

Ἐν ταις ημέραις ἐκείναις, ἦλθεν καί πάλιν ὁ Ἰησοῦς εἰς τὴν Κανᾶ τῆς Γαλιλαίας, ὅπουἐποίησε τὸ ὕδωρ οἶνον. καὶ ἦν τις βασιλικός, οὗ ὁ υἱὸς ἠσθένει ἐν Καπερναούμ· οὗτος ἀκούσας ὅτι Ἰησοῦς ἥκει ἐκ τῆς Ἰουδαίας εἰς τὴν Γαλιλαίαν, ἀπῆλθε πρὸς αὐτὸν καὶ ἠρώτα αὐτὸν ἵνα καταβῇ καὶ ἰάσηται αὐτοῦ τὸν υἱόν· ἤμελλε γὰρ ἀποθνήσκειν.

Εἶπεν οὖν ὁ Ἰησοῦς πρὸς αὐτόν· ἐὰν μὴ σημεῖα καὶ τέρατα ἴδητε, οὐ μὴ πιστεύσητε.

Λέγει πρὸς αὐτὸν ὁ βασιλικός· Κύριε, κατάβηθι πρὶν ἀποθανεῖν τὸ παιδίον μου.

Λέγει αὐτῷ ὁ Ἰησοῦς· πορεύου· ὁ υἱός σου ζῇ. Καὶ ἐπίστευσεν ὁ ἄνθρωπος τῷ λόγῳ ᾧ εἶπεν αὐτῷ ὁ Ἰησοῦς, καὶ ἐπορεύετο. Ἤδη δὲ αὐτοῦ καταβαίνοντος, οἱ δοῦλοι αὐτοῦ ἀπήντησαν αὐτῷ καὶ ἀπήγγειλαν λέγοντες ὅτι ὁ παῖς σου ζῇ. Ἐπύθετο οὖν παρ' αὐτῶν τὴν ὥραν ἐν ᾗ κομψότερον ἔσχε. καὶ εἶπον αὐτῷ ὅτι χθὲς, ὥραν ἑβδόμην ἀφῆκεν αὐτὸν ὁ πυρετός.

Ἔγνω οὖν ὁ πατὴρ ὅτι ἐν ἐκείνῃ τῇ ὥρᾳ ἐν ᾗ εἶπεν αὐτῷ ὁ Ἰησοῦς ὅτι ὁ υἱός σου ζῇ· καὶ ἐπίστευσεν αὐτὸς καὶ ἡ οἰκία αὐτοῦ ὅλη.

Τοῦτο πάλιν δεύτερον σημεῖον ἐποίησεν ὁ Ἰησοῦς ἐλθὼν ἐκ τῆςἸουδαίας εἰς τὴν Γαλιλαίαν.

Απόδοση στη νεοελληνική:

Τις ημέρες ἐκείνες, ἦλθε και πάλιν ὁ Ἰησοῦς εἰς τὴν Κανᾶ τῆς Γαλιλαίας, ὅπου ἔκανε τὸ νερὸ κρασί. Ἐκεῖ ἦτο κάποιος ἀξιωματοῦχος τοῦ βασιλέως, τοῦ ὁποίου τὸ παιδὶ ἦτο ἄρρωστο εἰς τὴν Καπερναούμ. Ὅταν αὐτὸς ἄκουσε ὅτι ὁ Ἰησοῦς ἦλθε ἀπὸ τὴν Ἰουδαίαν εἰς τὴν Γαλιλαίαν, ἐπῆγε εἰς αὐτὸν καὶ τὸν παρακαλοῦσε νὰ κατεβῇ καὶ θεραπεύσῃ τὸ παιδί του, διότι ἐκινδύνευε νὰ πεθάνῃ.

Ὀ Ἰησοῦς τοῦ εἶπε, «Ἐὰν δὲν ἰδῆτε θαύματα καὶ τέρατα, δὲν θὰ πιστέψετε».

Λέγει εἰς αὐτὸν ὁ ἀξιωματοῦχος τοῦ βασιλέως, «Κύριε, κατέβα πρὶν πεθάνῃ τὸ παιδί μου».

Ὁ Ἰησοῦς τοῦ λέγει, «Πήγαινε, τὸ παιδί σου ζῆ». Καὶ ἐπίστεψε ὁ ἄνθρωπος εἰς τὸν λόγον ποὺ τοῦ εἶπε ὁ Ἰησοῦς καὶ ἔφυγε. Ἐνῷ δὲ κατέβαινε τὸν δρόμον, τὸν συνήντησαν οἱ δοῦλοί του καὶ τοῦ εἶπαν, «Τὸ παιδί σου ζῆ». Τοὺς ἐρώτησε τὴν ὥραν ποὺ ἔγινε καλύτερα. Καὶ τοῦ εἶπαν, «Χθὲς, εἰς τὰς ἑπτὰ τὸν ἄφησε ὁ πυρετός».

Κατάλαβε λοιπὸν ὁ πατέρας ὅτι τὴν ὥραν ἐκείνην ποὺ τοῦ εἶπε ὁ Ἰησοῦς «Τὸ παιδί σου ζῆ», ἐθεραπεύθηκε καὶ ἐπίστεψε αὐτὸς καὶ ὁλόκληρη ἡ οἰκογένειά του.

Αὐτὸ εἶναι τὸ δεύτερο θαῦμα ποὺ ἔκανε ὁ Ἰησοῦς, ὅταν ἦλθε ἀπὸ τὴν Ἰουδαίαν εἰς τὴν Γαλιλαίαν.

Εμφανίσεις: 1143